Ancient Greek
2.14.11 to 2.14.14
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.14.11-14
Not analysed yet
τινὰς >ἐν αὐτῶ τῷ ἐξορισμῷ ἀποθανεῖν. ἐφυγάδευσαν δὲ ἐπισκόπους >ἢ τριάκοντα. σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ >ἐξᾶραι τὴν ἀλήθειαν. «Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις αἳ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν γράφων, καὶ ταῦτα ἐντέθεικε· »Διὰ τοῦτο μηδὲ γινέσθω τις ὑμῶν περίλυπος, εἰ καὶ θαπτο- >μέναις ὑμῖν φθονοῦσιν οἱ δυσσεβεῖς καὶ κωλύουσι τὰς ἐκφοράς. >μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε· καὶ >μὲν πύλας κλείουσι, περὶ δὲ τὰ μνήματα ὡς δαίμονες >ἵνα μή τις τῶν ἀπογενομένων άποτεθῇ. «Ταῦτα μὲν οὑν καὶ τὰ προσόμοια τούτοις ὁ Γεώργιος ἐν Ἀλεξανδρείᾳ εἰργάζετο ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐννόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος ἢ τεθνεῶτος κομισθῆναί οἱ τὴν κεφαλὴν καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.