Ancient Greek
2.14.5 to 2.14.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.14.5-9
Not analysed yet
καὶ δεινὰ >μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα. τῇ γὰρ ἑβδομάδι >μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηοτεύοας ἐξῆλθε περὶ τὸ >κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς >Γεώργιον κοινωνίαν. ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς >παροξύνει τὸν στρατηλάτην Σεβαστιανόν, Μανιχαῖον ὄντα. καὶ >λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ >τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν >λαῶν. καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ >τὴν ὥραν ἀναχωρήσαντες ἤσαν), τοιαῦτα εἰργάσατο οἶα παρ’ αὐτῶν >παέπρεπεν ἀκούσαντα πρᾶξαι. πυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας >παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως >εἶναι. ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ- >κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωθῆναι >ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψεν >ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων 〈εὐθὺς τεμὼν> ἐν αὐταῖς ἐχούσας >ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν ὡς τινὰς μὲν >πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας. >τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. πάντας μὲν οὖν τοὺς περι- >λειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην >Ὄασιν· τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ >τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ’ ἔκρυψαν ὡς ἠθέλησαν, >ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν >ὠμότητα.