Ancient Greek
Book 2, Chapter 15
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.15.10
Not analysed yet
Ἐγὼ δέ γε Λιβερίου τοῦ πανευφήμου τὴν ὑπὲρ τῆς ἀληθείας παρρησίαν καὶ τοὺς ἀξιαγάστους λόγους οἷς ἐχρήσατο πρὸς Κωνστάντιον ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ. ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διεγεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς. οὗτος δὲ μετὰ Ἰούλιον, ὃς Σίλβεσρον διεδέξατο, τὴν Ῥωμαίων ἴθυνεν ἐκκλησίαν.