Ancient Greek
Book 2, Chapter 15
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.15.3
Not analysed yet
ἀλλὰ συνῆλθον μὲν τὰ βασιλικὰ δεξάμενοι γράμματα, οὐδέτερον δὲ δρᾶσαι τῶν εἰρημένων ἠνέσχοντο, ἀλλ’ ἄντικρυς παρόντα τὸν βασιλέα διελέγξαντες ὡς ἄδικα παρεγγυῶντα καὶ δυσσεβῆ, καὶ τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ τἀς τῆς οἰκουμένης ἐσχατιὰς οἰκεῖν κατεκρίθησαν. καὶ τοῦτο δὲ πάλιν Ἀθανάσιος ὁ θαυμάσιος ἐν ἐκείνῃ τῇ Ἀπολογίᾳ συγγέγραφε.