Ancient Greek
2.15.6 to 2.15.7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.15.6-7
Not analysed yet
Ὁποῖα μὲν δὴ κατὰ τῶν ἁγίων ἐκείνων ἀνδρῶν ἐτολμήθη τὰ συγγεγραμμένα διδάσκει· ὁπόσα δὲ καὶ ἄλλοις ἐπεβούλευσαν πλείστοις οἱ τῆς Ἀρειανικῆς φάλαγγος προστατεύοντες, πάλιν ὁ θεῖος οὕτος ἀνὴρ ἐν τῷδε διηγήσατο τῷ συγγράμματι. »Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς >ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτως διέθηκαν ὡς >τελευτῆσαι κακῶς ἢ λωβηθῆναι πανταχόθεν; ἃ γὰρ οἱ >δοκοῦσι ποιεῖν, ταῦτα ἐκείνων ἐστὶν ἐνεργήματα· καὶ μᾶλλον >τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται.