Ancient Greek
Book 2, Chapter 16
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.16.16
Not analysed yet
Λιβέριος· »Οὐχί, ἀλλ’ οὕτως ἀλόγως καταδικάζεις ἄνθρωπον ὃν >οὐκ ἐκρίναμεν. ἀλλὰ καἰ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν >γραφὴν προχειρίσαι βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νικαίαν >τεθεῖσαν, ἵν’ οὕτως ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ >ἐξορισμοῦ καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ >οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς ἐκκλησίαις συγκατατιθέμενοι >ἀποστολικῇ πίστει, τότε ἐπὶ τὴν Ἀλεξανδρέων οἱ πάντες >σαντες, ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι καὶ ὁ >ποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν συμπεριενεχθῶνεν. «