# Historia ecclesiastica 2.16.17-26

Theodoretus, Historia ecclesiastica, 2.16.17 to 2.16.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/2.16.17

Ἐπίκτητος ἐπίσκοπος εἶπεν· »Ἀλλ᾿ ὁ δρόμος τῶν δημοσίων οὐχ >ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων Λιβέριος· »Οὐ χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου· αἱ >γὰρ ἐκκλησίαι ἱκαναί εἰσιν ἕως τῆς θαλάσσης διαπέμψασθαι >ἑαυτῶν ἐπισκόπους.« Ὁ βασιλεὺς· »Τὰ ἤδη τύπον ἐσχηκότα ἀναλύεσθαι οὐ δυνατόν >ἐστι· τῶν γὰρ πλειόνων ἐπισκόπων ἡ ψῆφος ἰσχύειν ὀφείλει. >μόνος εἰ ὁ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου Λιβέριος εἶπεν· »Βασιλεῦ, οὐδέ ποτε ἠκούσαμεν, μὴ παρόντος τοῦ >ἐγκαλουμένου, κριτοῦ ἀνοσιότητα καταγγέλλοντος, ἰδίαν ἔχθραν >ροντος πρὸς τὸν ἄνθρωπον.« Ὁ βασιλεύς· »Πάντας μὲν κοινῶς ἠδίκησεν, οὐδένα δὲ οὕτως ὡς >ἐμέ. ὅστις μὴ ἀρκεσθεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ μειζοτέρου μου >φοῦ, οὐδὲ τὸν μακαρίτην Κώνσταντα ἐπαύσατο παροξύνων εἰς τέραβ ἔχθραν, εἰ μὴ ἡμεῖς πλείονι ἡμερότητι ὑπηνέγκαμεν >τοῦ παροξύνοντος καὶ τοῦ παροξυνομένου ῥοπήν. οὐδὲν δέ >τοιοῦτον κατόρθωμα, οὐδὲ τὸ κατὰ Μαγνέντιον καὶ >ὠς τοῦ μιαροῦ ἐκείνου περιαιρουμένου τῶν ἐκκλησιαστιδῶν >ματων.« Λιβέριος· »Μὴ διὰ τῶν ἐπισκόπων ἀμύνου τὴν ἔχθραν, βασιλεῦ. >αἱ γὰρ χεῖρες τῶν ἐκκλησιαστικῶν εἰς τὸ ἁγιάζειν εὐκαιρεῖν >λουσιν. ὅθεν, εἴ σοι δοκεῖ, κέλευσον ἀνακληθῆναι τοὺς >εἰς τοὺς ἰδίους τόπους. καὶ εἰ ὀφθείησαν ὁμόφρονες τοῦ >ἀντιποιουμένου τῆς κατὰ Νικαίαν ἐκτεθείσης ὀρθοδόξου >τότε συνελθόντες ἐπὶ τὸ αὐτὸ ἴδοιεν ὑπὲρ εἰρήνης τοῦ κόσμου, >μὴ τὸν μὴ ἁμαρτήσαντα ἄνδρα χαραχθῆναι δοκιμασθῇ.« Ὁ βασιλεύς· »Ἕν ἐστι τὸ ζητούμενον. βούλομαι γάρ σε ἀσπαοά- >μενον τὴν πρὸς τὰς ἐκκλησίας κοινωνίαν πάλιν εἰς τὴν Ῥώμην >στεῖλαι. διὰ τοῦτο πείσθητι τῇ εἰρήνῃ καὶ ὑπογράψας >εἰς τὴν Λιβέριος· »Ἤδη τοῖς ἀδελφοῖς τοῖς ἐν Ῥώμῃ ἀπεταξάμην. μείζους >γάρ εἰσιν οἱ ἐκκλησιαστικοὶ θεσμοὶ τῆς ἐν Ῥώμῃ διατριβῆς.« Ὁ βασιλεύς· »Οὐκοῦν τριῶν ἡμερῶν ἔχεις σκέψεως διάστημα· εἰ >βούλει, ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην, ἢ ἐννόησον ἐν >τόπῳ μετατεθῆναι βούλει.« Λιβέριος· »Τὸ τῶν τριῶν ἡμερῶν διάστημα οὐ μετατίθησι λο- >γισμόν· ὅθεν ὅποι βούλει ἀπόστειλόν Ὁ βασιλεύς,

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
