Ancient Greek
2.2.1 to 2.2.4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.2.1-4
Not analysed yet
»Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως >τῶν Ἀλεξανδρίων. >Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι >οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου >πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης >αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς >κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς >ὑποστῇ. πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφαιρεθεὶς τῶν φαρύγ- >γων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ’ ἐμοὶ διάγειν κεκέλευσται >οὕτως ὡς ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις >ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετή, ταῖς θείαις >πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ. >τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο- >σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ >παρασεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ >παρασχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρω προληφθείς. >πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαί ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν >προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. >ὅστις ἐπειδὰν τῷ ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ’ ἐμοῦ αἰδοῦς >τετύχηκε γνώσεσθε. οὐ γὰρ θαυμαστὸν εἴ τι δἂν ὑπὲρ αὐτοῦ >πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν >καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν. >ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀκελφοὶ. «