Ancient Greek
2.21.1 to 2.21.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.21.1-2
Not analysed yet
Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἰς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν δι’ ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον. ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ’ ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν. οὐδὲ γὰρ ταύτης οἱ νῦν δυσσεβοῦντες ἀνέχονται, ἀλλ’ ἀντὶ τοῦ ὁμοίου κηρύττουσι τὸ ἀνόμοιον. Πίστις ἐκτεθεῖσα ἐν Νίκῃ τῆς Θρᾴκης.