Ancient Greek · ~2 min
2.24.1 to 2.24.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.24.1-2
Not analysed yet
Κατὰ Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον ὃς Φλάκιτον διαδεξόμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅροις ταύτην λαβών. ἐκτομίας γὰρ ἦί, αὐτουργὸς γενόμενος τῆς τομῆς. λέγει δὲ καὶ τὴν αἰτίαν τῆς ἐκτομῆς ὁ θαυμάσιος Ἀθανάσιος. »Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτἐ- >ρας λεγομένης Εὐστολίου, κεκωλυμένος συνοικεῖν αὐτῇ, >ἑαυτὸν ἀπέκοψεν, ἱν ἐπ’ ἀδείας ἔχῃ διατρίβειν μετ’ αὐτῆς. καὶ τὴν >μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος >ὢν καθηρέθη. «