Ancient Greek · ~5 min
2.24.8 to 2.24.12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.24.8-12
Not analysed yet
ταῦτα δείσας ὁ Λεόντιος τῷ μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δέ γε ἄλλης αὐτὸν θεραπείας ἠξίου. Η δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ Διόδωρος, ἱερατικῆς μὲν λειτουργίας οὐδέπω τετυχηκότες, τῆ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ’ ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας. οὗτοι Πρῶτοι διχῆ διελόντες τοὺς τῶν ψαλλόντων χοροὺς ἐκ διαδοχῆς ᾄδειν τὴν Δαυϊτικὴν ἐδίδαξαν μελῳδίαν· καὶ τοῦτο ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον πάντοσε διέδραμε καὶ κατέλαβε τῆς οἰκουμένης τὰ τέρματα. οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν θεὸν ἀνυμνοῦτες. ταῦτα δὲ ὁρῶν ὁ Λεόντιος κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές (ἑώρα γὰρ τὸ πλῆθος εὑ μάλα περὶ τοὺς ἀρίστους διακείμενον ἄνδρας) ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς ἐν ταῖς ἐκκλησίαις ταύτην γίνεσθαι παρ’ αὐτῶν τὴν λειτουργίαν ἠξίου. οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες. Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίαν. ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖνον καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε. τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἡσπάζοντο βίον, τοῖς τῶν καὶ διακόνων ἐγκατέλεγε τάγμασι, τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους τῶν τε ἀποστολικῶν δογμάτων ἀντεχομένους ἀγεράστους κατέλειπε.