Ancient Greek
2.26.1 to 2.26.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.26.1-2
Not analysed yet
Ταῦτα μαθὼν ὁ Κωνστάντιος Ἀντιοχεῦσι μὲν ἐπέστειλεν ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν)· Εὐδόξιον δὲ τῆς μὲν πόλεως δοῦναι δὲ δίκας ὤν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον. τὴν δὲ Νικαίαν αὐτὸς Εὐδόξιος ἀφορίσαι τῷ συνεδρίῳ τοὺς τὰ βασίλεια πεπιστευμένοις οἰκονομεῖν ἔπεισεν. ἀλλ’ ὁ τῶν ὅλων πρύτανις τὰ ἐσόμενα ἐπιστάνενος ὡς ἤδη γεγενημένα, σεισμῷ τινι παραδόξῳ κεκώλυκε τὸ συνέδριον· δριον· τὰ γὰρ πλεῖστα τῆς πόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκε καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε.