Ancient Greek
2.26.7 to 2.26.8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.26.7-8
Not analysed yet
ὁ μὲν γὰρ Ἀκάκιος μικράς τινας εὑρὼν ἀφορμὰς καθεῖλε τὸν Κύριλλον καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν. ὁ δὲ Κύριλλος τὴν μὲν Ἀντιόχειαν παρελήλυθε ποιμένος αὐτὴν ἐστερημένην εὑρών, εἰς δὲ Ταρσὸν ἀφικόμενος τῷ θαυμασίῳ συνῆν Σιλβανῷ· οὕτος γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον ἐκείνης ἡγεῖτο τῆς ἐκκλησίας. τοῦτο μαθὼν ὁ Ἀκάκιος ἐπέστειλε τῷ Σιλβανῷι καὶ τὴν καθαίρεσιν τοῦ Κυρίλλου μεμήνυκεν. ὁ δέ, καὶ τὸν Κύριλλον αἰδούμενος καὶ τὸ πλῆθος ὑφορώμενος ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας άπήλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας.