Ancient Greek · ~1 min
Book 2, Chapter 27
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.27.1
Not analysed yet
Κωνστάντιος γὰρ ἀπὸ τῆς Ἑσπέρας ἐπανελθὼν ἐν ταύτῃ διέτριβε. πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας ἐπ’ ὀλέθρῳ καὶ λύμῃ τῶν ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν. οὐχ ἥκιστα δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ἃ κατὰ τοῦ Κυρίλλου συντέθεικε. τὴν γὰρ ἱερὰν στολήν,