Ancient Greek
Book 2, Chapter 27
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.27.19
Not analysed yet
ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη· εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας ὁ θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῶ. ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. .