Ancient Greek
2.27.21 to 2.27.23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.27.21-23
Not analysed yet
θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ’ αὐτῶν καταστῆναι προσέταξε. τότε τῆς μὲν Κωνσταντινουπολιτῶν ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ’ ἐκείνου κατέστησε τὸν Εὐνόμιον. καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξεν ὁ βασιλεύς, καὶ τῆς δυσσεβείας οἱ κοινωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα. ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον, τὰ κατὰ τοῦτον μηνύοντες. ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς. καὶ γὰρ καὶ τοῖς συμφωνοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο.