Ancient Greek
Book 2, Chapter 27
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.27.9
Not analysed yet
τότε μέντοι μετ’ Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων· καὶ τὸν Εὐδόξιον εὑρὼν καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβὴν καὶ σὺν Εὐνομίῳ ταῖς ἐκείνου προσηλώθη στιβάσι· τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον νῦν δὲ παρ’ ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γαστριζόμενος.