Ancient Greek
2.28.3 to 2.28.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.28.3-5
Not analysed yet
ἀλλὰ παρ’ εὐχὰς ἡμετέρας καὶ >προσδοκίαν πᾶσαν Σέρρας καὶ Στέφανος καὶ Ἡλιόδωρος καὶ >καὶ οἱ σὺν αὐτοῖς οὐ συνεψηφίσαντο ταῖς ἡμετέραις γνώμαις >συνυπογράψαι ταῖς περὶ αὐτοῦ ψήφοις ἐξενεχθείσαις >καίτοι τοῦ Σέρρα καὶ ἄλλην ἀλαζονίαν μανιώδη κατηγοροῦντος >προειρημένου Ἀετίου. ἔφασκε γὰρ αὐτὸν θρασυτέρᾳ τόλμῃ προπη- >δῶντα λέγειν ὡς ἅπερ ὁ θεὸς ἀπέκρυψεν ἀπὸ τῶν ἀποστόλων >νῦν, ταῦτα ἀποκεκαλύφθαι αὐτῷ διαβεβαιοῦσθαι. καὶ μετὰ μανιώδεις καὶ ἀλαζονικοὺς τούτους λόγους ὑπὸ τοῦ Σέρρα μεμαρτυρη- >μένους περὶ τοῦ Ἀετίου οὐκ ἐδυσωποῦντο οὐδὲ παρεκαλοῦντο >ψηφίσασθαι πᾶσιν ἡμῖν περὶ αὐτοῦ οἱ προειρημένοι κρίνειν. >Ὅμως δὲ ἡμεῖς μακροθυμοῦντες ἐπὶ πλείονα χρόνον συμπεριεψηφίσθημεν αὐτοῖς, τὰ μὲν ἀγανακτοῦντες τὰ δὲ παρακαλοῦντες, >δὲ ἐπιτιμῶντες, τὰ δὲ καὶ δυσωποῦντες συνήκειν αὐτοὺς >ἀποφήνασθαι τῇ συνόδῳ πάσῃ· προσεκαρτεροῦμεν δὲ ἐὰν >ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι καὶ ἐνδῶσιν.