# Historia ecclesiastica 2.30.1-7

Theodoretus, Historia ecclesiastica, 2.30.1 to 2.30.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/2.30.1

Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν. ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς ἀλλ’ ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων θεός. τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι. Νίσιβις, ἣν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας. ταύτης ἐπίσκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὑ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τἀς ἀκτίνας οὕτος ἠφίει. τούτου τὰς ἀξιαγάστους καὶ πολυυμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ Ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὐθις ταύτας ἀπαριθμήσασθαι· μίαν δὲ μόνην ἐρῶ τοῦ προκειμένου ἕνεκα διηγήματος. τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις υποκειμένην ὁ Περσικὸς ἐπολιόρκει στρατός. ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν. ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν (Μυγδόνιος δὲ ὄνομα τούτῳ) ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασάμενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν. τὸ δὲ οὐχ ἤνεγκε σφοδροτάτην οὖσαν τὴν προσβολήν, ἀλλ’ ἐκλίθη τε καὶ κατέπεσε. ταὐτὸ δὲ πάθος καὶ τὸ ἕτερον τοῦ περιβόλου μέρος ὑπέμεινε, δι’ οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε· κατηνέχθη γὰρ τὴν ῥύμην οὐκ ἐνεγκόν. ταῦτα Σαβώρης ἰδὼν ἤλπισεν ἀκμῆτί λοιπὸν τοῦ ἄστεος περιέσεσθαι. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαυανθῆναι καὶ τὸν ποταμὸν γενέσθαι βατόν. παν- στρατιᾷ δὲ προσβαλὼν τῇ ὑστεραίᾳ καὶ προσδοκῶν διὰ τῶν καταπεπτωκότων τοῦ τείχους εἰς τὴν πόλιν εἰσιέναι μερῶν. ὁρᾷ τὸ τεῖχος ἑκατέρωθεν ᾠκοδομημένον καὶ μάταιον αὐτῷ τὸν πόνον γεγενημένον.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
