Ancient Greek
Book 2, Chapter 31
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.31.12
Not analysed yet
ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ’ αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προστάτην ἀντ’ ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτἀνεμνήσθησαν εἰρημένων »σώζων σῶξε τὴν σεαυτοῦ ψυχην«, πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύουσιν »εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ‘.