Ancient Greek · ~5 min
2.32.1 to 2.32.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.32.1-5
Not analysed yet
Εύσέβιος δὲ ὁ θαυμάσιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψήφισμα τὸ κοινὸν πιστευθείς, τῶν συνθηκῶν τὴν παράβασιν θεασαμενος εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν· οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον. καὶ δῆτα πεισθεὶς ὁ βασιλεὺς άπέστειλέ τινα τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵπποις ἐλαύνειν εἰωθότα καὶ τἀς ἀποκρίσεις ὡς τάχιστα φέροντα. ἐπειδὴ δὲ ἀφίκετο καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν, »οὐκ ἀνέχομαι«, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἂν ἅπαντες οἱ δεδωκότες κατὰ ταὐτὸν γένοιντο«. ταῦτα ὁ μὲν ἀπήγγειλε τῷ πεπομφότι· ὁ δὲ τῷ θυμῷ ξέσας ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν, καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιάν εἰ μὴ δοίη τὸ ψήφισμα. ταῦτα μέντοι δεδιττόμενος ἔγραψε· τῶ, γὰρ κομίζοντι τὴν ἐπιστολὴν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι. ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προύθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν τὸ γὰρ ψηφισμα«, ἔφη, »οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ«. ταύτην αὐτοῦ τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος καὶ τότε ἠγάσθη καὶ διετέλει θαυμάζων. θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντιπάλων πλεονεκτήματα ,ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀναγκαζόμενοι.