Ancient Greek · ~7 min
Book 2, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.4
Not analysed yet
Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολιορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον· ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν ὑπεχώρησε καὶ τὴν Εσπέραν κατείληφε. καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν. ὁ δὲ τῷ τῆς ἐχ- κλῄσας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε. καὶ οὗτος μὲν ἐξώρμησεν εὐθὺς τὴν κλῆσιν δεξάμενος· οἱ δὲ τὸ δρᾶμα συντεθεικότες εἰς μὲν τὴν Ῥώμην οὐκ ἀπῆλθον, εὐφώρατον εἰδότες τὸ ψεῦδος, ἔρημα δὲ τοῦ νομέως τὰ πρόβατα θεασάμενοι λύκον αὐτοῖς ἀντὶ ποιμένος ἐπέστησαν· Γρηγόριος δὲ τούτῳ ὄνομα ἠν. ἓξ δὲ ἔτη θηρίων ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ’ αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων. Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλοφύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ’ ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ. τοιαῦτα ποτνιώμενος εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρεν. παραυτίκα γὰρ τούτων ἀκούσας ἐπέστειλε τῷ ἀδελφῷ, παραινῶν τῆς πατρῴας εὐσεβείας ἄσυλον φυλάξαι τὸν κλῆρον· καὶ γὰρ ἐκεῖνος εὐσεβείᾳ τὴν βασιλείαν κρατύνας καὶ τοὺς Ῥωμαίων τυράννους κατέλυσε καὶ τοὺς ἐν κύκλω βαρβάρους ὑπέταξε. Τούτοις πεισθεὶς τοῖς γράμμασιν ὁ Κωνστάντιος προσέταξεν εἰς τὴν Σαρδικὴν (Ἰλλυρικὴ δὲ αὕτη πόλις τοῦ Δακῶν ἔθνους μητρόπολις) καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συνδραμεῖν ἐπισκό- ποὺς. πολλὰ γὰρ καὶ ἕτερα τῆς ἐκκλησίας παθήματα τῷ συνοδικῆς θεραπείας ἐδεῖτο.