Ancient Greek
2.8.19 to 2.8.21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.19-21
Not analysed yet
καὶ τοῦτο προθέμενοι, εὑρή- >καμεν αὐτοὺς ἐκ τῶ, πραχθέντων συκοφάντας καὶ μηδὲν ἕτερον >ἐπιβουλὴν κατὰ τῶν συλλειτουργῶν ἡμῶν πεποιηκότας. ὃν >ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ καὶ >τοῖς ζῶσιν ἐξετάζεται. ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν >θρυληθέντα παρ’ αὐτῶν φαίνεται κλάσματα. >Ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλουν ὡς κλασθέντος παρὰ >Μακαρίου τοῦ πρεσβυτέρου Ἀθανασίου, ἐμαρτύρησαν μὲν αὐτοῖς >παραγενόμενοι ἀπὸ τῆς Ἀλεξανδρείας καὶ Μαρεώτου καὶ τῶν >τόπων, ὅτι μηδὲν τούτων πέπρακται· καὶ οἱ ἐπίσκοποι δὲ >οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν >διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην γεγενῆσθαι. ἄλλως τε >λέγουσιν ὑπομνήματα ἔχειν κατ’ αὐτοῦ, ἃ κατὰ μονομέρειαν >γεγενῆσθαι. καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ >κατηχούμενοι ἠρωτῶντο ἕξων εἶς κατηχούμενος ἐρωτώμενος >ἔνδον εἶναι ὅτε Μακάριος ἐπέστη τῷ τόπῳ, καὶ ἕτερος >ἔλεγε τὸν θρυλούμενον παρ’ αὐτῶν Ἰσχύραν νοσοῦντα >ἐν κελλίῳ, ὡς ἀπὸ τούτου φαίνεσθαι μηδ’ ὅλως γεγενῆσθαί τι >ὅλων μυστηρίων,