Ancient Greek
Book 2, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.32
Not analysed yet
τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ >οἴκῳ πάντες μεῖναι ἐσπούδασαν, μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοῖς >ἐπιτρέψαντες. >Ἐπεὶ οὑν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς >συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν >πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν >παρθένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, >τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείξονας παροικίας, καὶ πρὸ >γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν >δυσώνυμον Ἀρειανὴν αἵρεσιν δι’ αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν >ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς >᾿Αλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας >καὶ Ἀσκληπᾶν τὸν Γάξης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντασ >τῷ κιρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ >εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς >λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν >ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν >ἐπελθόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειο τὸνν >ἐν Ἀγκύρᾳ καὶ Κυντιανὸν τὸν ἐν Γάξῃ τούτους μηδὲ ἐπισκόπους >ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς >ἔχειν μηδὲ δέχεσθαί τινα παρ’ αὐτῶν γράμματα μήτε γράφειν πρὸς >αυτους.