# Historia ecclesiastica 2.8.34-37

Theodoretus, Historia ecclesiastica, 2.8.34 to 2.8.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/2.8.34

τοὺς γὰρ χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας >καὶ θεότητος τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ >πατρὸς χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ >ἀλλοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος. ἔστωσαν τοίνυν καὶ ἡμῖν >καὶ πᾶσιν ἀνάθεμα, διὰ τὸ κεκαπηλευκέναι αὐτοὺς τὸν λόγον >τῆς ἀληθείας. ἀποστολικὸν γάρ ἐστι παράγγελμα· »εἴ τις ὑμᾶς >εὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τούτοις >μηδένα κοινωνεῖν παραγγείλατε· οὐδεμία γὰρ κοινωνία φωτὶ >πρὸς σκότος«. τούτους πάντας μακρὰν ποιεῖτε· »οὐδεμία γὰρ >συμφωνία Χριστῷ πρὸς Βελίαρ«. καὶ φυλάξασθε, ἀδελφοὶ >ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ’ αὐτῶν >δέχεσθαι. σπουδάσατε δὲ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοὶ καὶ >συλλειτουργοί, ὡς τῶ πνεύματι παρόντες τῇ συνόδῳ ἡμῶν συναινέσαι >καὶ ψηφίσασθαι ὄι ὑπογραφῆς ὑμετέρας, ὑπὲρ τοῦ παρὰ παάντων >τῶν ἁπανταχοῦ συλλειτουργῶν ἡμῶν ὁμοφωνίαν διασώζεσθαι. >᾿Αποκηρύττομεν δὲ ἐκείνους καὶ ἐξορίζομεν τῆς καθολικῆς ἐκ- >κλησίας τοὺς διαβεβαιουμένους ὅτι θεός ἐστιν δηλονότι ὁ Χριστός, >ἀλλὰ μὴν ἀληθινὸς θεὸς οὐκ ἔστιν, ὅτι υἱός ἐστιν, ἀλλὰ ἀληθινὸς >υἱὸς οὐκ ἔστιν, ὅτι γεννητός ἐστιν ἅμα καὶ γενητός. οὕτως γὰρ >ἑαυτοὺς νοεῖν τὸν γεγεννημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον·

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
