Ancient Greek · ~2 min
Book 2, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.9.2
Not analysed yet
ἡγεῖτο δὲ τούτων νέος τις θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζόμενος βίον· ὃς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος, ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν ἀναίδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας. καὶ ἵνα μὴ σφόδρα μηκύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀνδρῶν τολμηθὲν διηγήσομαι· ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν ὐπ’ ἐκείνου παρανόμως πραχθέντα.