Ancient Greek
Book 2, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.9.9
Not analysed yet
ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι- βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.