# Historia ecclesiastica 2.Chapter booksumm

Theodoretus, Historia ecclesiastica, Book 2, Chapter booksumm. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/2.Chapter%20booksumm

Τάδε ἔνεστιν ἐν τῷ β τόμῳ τῆς Θεοδωρήτου ἐκκλησιαστικῆς ἱστορίας α΄. Περὶ τῆς ἐπανόδου τοῦ ἁγίοι Ἀθανασίου. β΄. Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου τοῦ υἱοῦ Κωνσταντίνου πρὸς Ἀλεξανδρέας. γ΄. Πῶς Κωνστάντιος ὁ βασιλεὺς ἐκ τῆς ὀρθῆς πίστεως παρετραπη. δ΄. Περὶ τῆς τοῦ μακαρίου Ἀθανασίου δευτέρας ἐξορίας καὶ τῆς Γρηγορίου καταστάσεώς τε καὶ τελευτῆς. ε΄. Περὶ Παύλου τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως. ς΄. Περὶ Μακεδονίου καὶ τῆς ὑπ’ αὐτοῦ συστάσης αἱρέσεως. ζ΄. Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου. η΄. Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν. θ΄. Τὰ κατὰ Εὐφρατᾶν καὶ Βικέντιον τοὺς ἐπισκόπους καὶ τὴν ἐν Ἀντιοχείᾳ κατ’ αὐτῶν γεγενημένην συσκευήν. ι΄. Περὶ τῆς Στεφάνου καθαιρέσεως. ια΄. Ἐπιστολὴ Κωνσταντίου πρὸς Ἀθανάσιον. ιβ΄. Περὶ τῆς δευτέρας ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου. ιγ΄. Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ καὶ φυγῆς. ιδ΄. Περὶ Γεωργίου καὶ τῶν ἐν Ἀλεξανδρείᾳ ὑπ’ αὐτοῦ τολμηθέντων κακῶν. ιε΄. Περὶ τῆς ἐν Μεδιολάνῳ γενομένης συνόδου. ις΄. Διάλογος Λιβερίου ἐπισκόπου Ῥῳμης καὶ Κωνσταντίου βασιλέως. ιζ΄. Περὶ τῆς ἐξορίας καὶ τῆς ἐπανόδου τοῦ ἁγίου Λιβερίου. ιη΄. Περὶ τῆς ἐν Ἀριμήνῳ γενομένης συνόδου. ιθ΄. Ἐπιστολὴ συνοδικὴ παρὰ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων ρὸς τὸν βασιλέα γραφεῖσα Κωνστάντιον. κ΄. Ἄλλη ἐπιστολὴ πρὸς Κωνστάντιον. κα΄. Περὶ τῆς ἐν Νίκῃ τῆς Θρᾴκης γεγενημένης συνόδου καὶ ἔκθεδις πίστεως παρ’ ἐκείνων γραφεῖσα. κβ΄. Συνοδικὸς τόμος παρὰ Δαμάσου ἐπισκόπου Ῥῳμης καὶ τῶν δυτικῶν ἐπισκόπων πρὸς πρὸς τοὺς Ἰλλυριοὺς ἐπισκόπους γραφεὶς περὶ τῆς κατ’ Ἀρίμηνον συνόδου. κγ΄. Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς αὐτῆς συνόδου. κδ΄. Περὶ τῆς Λεοντίου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου κακοτεχνίας καὶ τῆς Φλαβιανοῦ καὶ Διοδώρου παρρησίας. κε΄. Περὶ τῆς Εὐδοξίου τοῦ Γερμανικέως καινοτομίας, καὶ Βασιλείου τοῦ Ἀγκύρας καὶ Εὐσταθίου τοῦ Σεβαστείας κατὰ τούτου γεγενημένης σπουδῆς. κς΄. Περὶ τῆς ἐν Νικαίᾳ πάλιν γεγενημένης συνόδου. κζ΄. Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου. κη΄. Περὶ τῶν ἐν Κωνσταντινουπόλει τοῖς ὀρθοδόξοις ἐπισκόποις συμβεβηκότων. κθ΄. Συνοδικὴ ἐπιστολὴ κατὰ Ἀετίου γραφεῖσα. λ΄. Ποῖα πρόφασις τοὺς Εὐνομιανοὺς τῶν Ἀρειανῶν ἀπεσχοίνισεν. λα΄. Περὶ τῆς πολιορκίας Νισίβεως τῆς πόλεως καὶ τῆς Ἰακώβου τοῦ ἐπισκόπου ἀποστολικῆς πολιτείας. λβ΄. Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδου καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων. λγ΄. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
