Ancient Greek
Book 3, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.10.1
Not analysed yet
Ἰουλιανὸς δὲ Πέρσαις ἐπιστρατεῦσαι βουλόμενος εἰς ἅπαντα μὲν τὰ κατὰ τὴν Ῥωμαίων ἡγεμονίαν χρηστήρια τοὺς εὐνουστάτους τῶν ὑπηκόων ἐξέπεμψεν, αὐτὸς δὲ τὸν Πύθιον τὸν Δαφναῖον ἱκέτευε δηλῶσαί οἱ τὰ ἐσόμενα. ὁ δὲ τοὺς γειτονεύοντας νεκροὺς ἔφη ἐμποδὼν γιγνεσθαι τῇ μαντείᾳ, καὶ χρῆναι τούτους πρότερον εἰς ἕτερον μετατεθῆναι χωρίον, εἶθ’ οὕτως ἀπαγγεῖλαι τὴν πρόρρησιν· οὐ γὰρ ἂν εἴποιμί τι, μὴ τοῦ τεμένους ἐκκαθαρθέντος«.