Ancient Greek
3.11.1 to 3.11.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.11.1-2
Not analysed yet
Ἰουλιανὸς δὲ τὴν ἐντεῦθεν αὐτῷ προσγενομένην αἰσχύνην οὐκ ἐνεγκὼν τῇ ὑστεραίᾳ τοὺς τῆς χορείας ἐκείνης ἡγεμόνας ουλληφθὴναι προσέταξε. Σαλούστιος δὲ ὕπαρχος ὢν τηνικαῦτα, καίτοι τῇ δυσσεβείᾳ δουλεύων, πεῖσαι τὸν τύραννον ἐπειράθη δόξης ἐφιεμένοις τοῖς Χριστιανοῖς μὴ παρασχεῖν τὸ ποθούμενον. ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς· καὶ τοῦτο ποιῶν διετέλεσεν ἕωθεν ἀρξάμενος μέχρι ληγούσης ἡμέρας. εἶτα αὐτῷ τὰ ἐκ σιδήρου δεσμὰ περιθεὶς φυλαχθῆναι προσέταξε.