Ancient Greek
Book 3, Chapter 11
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.11.5
Not analysed yet
τοῦτο Ἰουλιανὸς ὁ Ἰουλιανοῦ θεῖος νύκτωρ μαθὼν τῆς Ἑῴας δὲ ὕπαρχος ἦν) κατὰ τάχος ἐλαύνων τὴν Δάφνην κατέλαβεν, ἐπικουρῆσαι σπουδάζων τῷ παρ’ αὐτῶν προσκυνουμένῳ θεῶ,. ἰδὼν δὲ τὸν καλούμενον θεὸν κόνιν γεγενημένον ,τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χριστιανοῦ τινος τὸν ἐμπρησμὸν γεγενῆσθαι τοπάζων. οἱ δὲ καὶ αἰκιζόμενοι φάναι τι ψευδὲς οὐκ ἠνέσχοντο· τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ’ ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερόμενον τεθεᾶσθαι.