# Historia ecclesiastica 3.14.1-4

Theodoretus, Historia ecclesiastica, 3.14.1 to 3.14.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/3.14.1

Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς χἀτ’ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἢν τῆς τούτου μητρός. αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἢν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν. καὶ τῆς μητρὸς δὲ τελευτησάσης, ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε · παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος ἤρετο τὴν διδάσκαλον τις ἂν γένοιτο πόρος δι’ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ’ αὐτῶν κηρυττομένης ἀληθείας μεταλαχεῖν. ἡ δὲ ἔλεγεν χρῆναι τὸν πατέρα φυγεῖν καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου δημιουργόν, κα πόλιν ἑτέραν καταλαβεῖν ἐν ᾖ λαθεῖν δυνατὸν καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας· ὑπισχνεῖτο δὲ τούτου προνοήσειν αὐτή. »ἀτάρ«, ἴφη ὁ νέος, »νέος, λοιπὸν καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν«. ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Ἰουλιανὸς μὲν εἰς τὴν Δάφνην δημοθοινίαν ἐπιτελέσων ἀνῆλθε· συνανῆλθε δὲ καὶ ὁ τούτου πατήρ, ἱερεύς τε ὢν καὶ εἰωθὼς συνέπεσθαι τῷ βασιλεῖ. τῷ δὲ πατρὶ συνῆν καὶ οὗτος καὶ ὁ τούτου γε ἀδελφός νεωκόρω γὰρ ἤστην, τὰ βασιλέως ἐδέσματα περιρραίνοντες.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
