Ancient Greek
3.15.6 to 3.15.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.15.6-9
Not analysed yet
ταῦτα καὶ οἴκοι τεθρηνήκαμεν καὶ σοῦ παρόντος ἀποδυρόμεθα · τοῦτο γὰρ δὴ μόνον τῆς σῆς δυσχεραίνομεν βασιλείας«. τούτων ἀκούσας τῶν λόγων ὁ πραότατος καὶ φιλοσοφώτατος παρὰ τῶν ἐκείνῳ προσομοίων ὀνομαζόμενος τὸ μὲν τῆς ἐπιεικείας ἀπεδύσατο προσωπεῖον ,τὸ δὲ τῆς δυσσεβείας ἐγύμνωσε πρόσωπον. καὶ πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν. αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν ,ἀλλὰ τὴν παροινίαν· ὡς βασιλέα γὰρ ὑβρικότας ἔφησε τιμωρήσασθαι. ταῦτα δὲ θρυλεῖσθαι προσέταξε, φθονῶν τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς. τούτων ὁ μὲν ᾿ιοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγορεύετο. τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγωνιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται.