Ancient Greek
Book 3, Chapter 19
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.19.3
Not analysed yet
ᾖδον δὲ μάλιστα ἐκεῖνα τὰ ᾄσματα ὁ τῶν εἰδώλων κωμῳδεῖ τὴν ἀσθένειαν, καὶ μετὰ τοῦ Δαβὶδ ἔλεγον· »τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων‘. καὶ μετὰ τὴν τῆς ἀναισθησίας διήγησιν ἔλεγον· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς«. τούτων ἀκούσας ἐκεῖνος καὶ λίαν ἀνιαθεὶς σιγὰν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν.