Ancient Greek
3.20.2 to 3.20.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.20.2-3
Not analysed yet
τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. οἱ δὲ πάντοθεν συνέθεον, καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομίαν εἰσφέροντες ἐχορήγησε δὲ ὅτι πλεῖστα καὶ ὁ τοῦτο προστεταχώς, οὐ φιλοτιμίᾳ χρώμενος ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος. συναπέστειλε δὲ καὶ ἄρχοντα τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν, φασὶ δὲ αὐτοὺς καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου καὶ ἄμας καὶ κοφινίδας κατασκεύασαι.