# Historia ecclesiastica 3.22.1

Theodoretus, Historia ecclesiastica, Book 3, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/3.22.1

Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ’ ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ἄλλως μὲν περιφανὴς ἐτύγχανεν ὤν (τῶν γὰρ αὐτόθι πολιτευομένων ἡγεῖτο), περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέφηνε. τὸν γὰρ υἱὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα ἐξήλασε τῆς οἰκίας καὶ προφανῶς ἀπεκήρυξεν. ὁ δὲ ἐν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθών, τήν τε οἰκείαν γνώμην καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν· ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νέῳ προσέταξε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα. ἐπειδὴ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιωτάτους συνεκάλεσεν εἰς ἑστίασιν· ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ. τοῦτον δὲ μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλιθῆναι προσέταξε.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
