Ancient Greek
Book 3, Chapter 24
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.24.1
Not analysed yet
Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, ᾿ιου- λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιοτέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. κατ’ ἐκείνην δὲ τὴν ἡμέραν καθ’ ἣν ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οἶτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρατοπέδου ἀριθμουμένων. φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάνθρμπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν.