Ancient Greek
3.26.1 to 3.26.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.26.1-2
Not analysed yet
Μετὰ δὲ τὴν σφαγὴν αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν μαγγανεῖαι. Κάρραι γὰρ πόλις ἐστὶν ἔτι καὶ νῦν ἔχουσα τῆς ἀσεβείας τὰ λείψανα. διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐΠέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώτας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας.