Ancient Greek · ~2 min
Book 3, Chapter 7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.7.9
Not analysed yet
ὁ δὲ τῶν μὲν χαλεπῶν ἐκείνων παθημάτων ἠνείχετο. δράσειν δὲ τῶν προτεινομένων οὐδὲν ἐπηγγέλλετο. ἐκεῖνοι δὲ διὰ πενίαν αὐτὸν μὴ παρέχειν ὑπειληφότες τὰ χρήματα, τὰ μὲν ἡμίση τῶν προταθέντων ἠφίεσαν, τἄλλα δὲ ἐκτίνειν ἐκέλευον· ὁ δὲ ἐξηρτημένος καὶ ὑπό τε τῶν γραφίδων κεντούμενος ὑπό τε τῶν σφηκῶν καὶ τῶν μελιττῶν ἐσθιόμενος, οὐ μόνον οὐκ ἐδήλου τὰς ἀλγηδόνας, ἀλλὰ καὶ ἐπετώθαζε τοῖς ἀνοσίοις καὶ ἔλεγεν αὐτοὺς μὲν εἶναι χαμαιζήλους καὶ περιγείους, ἑαυτὸν δὲ ὑψηλὸν καὶ μετέωρον.