Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.11.2
Not analysed yet
ταύτης ἐγένοντο τῆς αἱρέσεως ἀρχηγοὶ Δαδώης τε καὶ Σαβᾶς καὶ ᾿Αδέλφιος καὶ Ἑρμᾶς καὶ Συμενώνης καὶ ἄλλοι πρὸς τούτοις, οἳ τῆς μὲν ἐκκλησιαστικῆς οὐκ ἀπέστησαν κοινωνίας, οὐδὲν οὔτε ὀνινάναι οὔτε λωβᾶσθαι φάσκοντες τὴν θείαν τροφήν, περὶ ἡς ὁ δεσπότης ἔφη Χριστός· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων . μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνά. κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχοις ἀναιδῶς ἐξαρνοῦνται, καὶ ἀποκηρύττουσι τοὺ; ταῦτα φρονοῦντας ἅπερ ἐν ταῖς ψυχαῖς περιφέρουσι.