Ancient Greek
Book 4, Chapter 11
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.11.6
Not analysed yet
τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν καὶ τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρεσβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας· »ἡμεῖς«, ἴφη, »ὠ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὔτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι τοιγάρτοι εἰπέ μοι ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν«.