Ancient Greek
Book 4, Chapter 15
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.15.10
Not analysed yet
ὀλίγον δέ τινα χρόνον οὕτος τῆς τῶν Ἀρειανιξόντων ἠνέσχετο κοινωνίας. πάντων δὴ οὑν τὸν Ἀντίο- χον ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τρἀπεξ‘‘ν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν ιοβἷνον τὴν δεξιὰν ἐπιτιθέντα τῇ κεφαλῇ, ἀπεσείσατό τε τὴν χεῖρα καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέξεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια, ἀλλὰ ταῦτα μὲν μετ’ οὐ πολὺν χρόνον ἐγένετο·