# Historia ecclesiastica 4.18.1-5

Theodoretus, Historia ecclesiastica, 4.18.1 to 4.18.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/4.18.1

ἐπειδὴ δὲ σιγῶντες εἱστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον Εὐλόγιος δὲ ἦν, ἀνὴρ ἀξιέπαινος,) εἶπεν ὁ ὕπαρχος· τί δή ποτε οὐκ ἀποκρίνῃ πρὸς τὰ παρ’ ἡμῶν εἰρημένα;« ὁ δέ· »οὐκ ᾠήθην«, ἔφη, »χρῆναι μηδὲν ἐρωτηθεὶς ἀποκρίνεσθαι«. καὶ μήν‘, ὁ ὕπαρχος ἴφη, πολλοὺς διεξελήλυθα λόγους παραινῶν ὐμῖν τὰ συνοίσονται ὁ δὲ εὐλόγιον πρὸς ἅπαντας ἴφη ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἄλλους παρωοάμενον ἀποκρίναντα. εἰ δὲ ἐμὲ μόνον ἔροιο, ὁ τὴν γνώμην δηλώσω τὴν ἐμαυτοῦ«. »Τοιγαρτοι«, ἴη ὁ ὕπαρχος, »κοινώνησον τῷ βασιλεῖ«. ὁ δὲ εἰρωνικῶς τε καὶ μάλα χαριέντως· »προσφέρει γάρ«, ἔφη, »καὶ μετὰ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης μετέλαχεν;« ὁ δὲ ὕπαρχος τῆς εἰρωνείας αἰσθόμενος ἐχαλέπηνε, καὶ λοιδορίαις κατὰ τοῦ πρεσβύτου χρησάμενος καὶ ταῦτα προστέθεικεν· οὐ τοῦτο εἶπον, ἐμβρόντητε, ἀλλ’ οἶς κοινωνεῖ ὁ βασιλεύς, κοινωνῆσαι ὑμῖν παρᾐνεσα«. ἐπειδὴ δὲ εἶπεν ὁ πρεσβύτης καὶ ποιμένα ἔχειν καὶ τοῖς ἐκείνου νεύμασιν ἕπεσθαι, ὀγδοήκοντα κατὰ ταὐτὸν συλλαβὼν εἰς τὴν Θρᾴκην ἐξέπεμψεν. ἀπαγόμενοι δὲ θεραπείας ἀπήλαυον ὅτι μάλιστα πλείστης· καὶ πόλεις γὰρ ὑπήντων καὶ κῶμαι γεραίρουσαι τοὺς νικηφόρους ἀγωνιστάς. ἀλλ’ ὁ φθόνος τοὺς ἀντιπάλους ὁπλίσας φάναι τῷ βασιλεῖ παρεσκεύασεν, ὡς τιμὴν παμπόλλην τοῖς ἀνδράσιν ἐκείνοις ἡ νομισθεῖσα προὐξένησεν ἀτιμία. ταῦτα μαθὼν ὁ βάλῃς ἀνὰ δύο διαιρεθῆναι προσέταξε, καὶ τοὺς μὲν εἰς τὴν Θρᾴκην, τοὺς δὲ εἰς τὰς τῆς Ἀραβίας ἐσχατιάς, ἄλλους δὲ εἰς τὰς τῆς Θηβαΐδος διασπαρῆναι πολίχνας.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
