Ancient Greek
Book 4, Chapter 18
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.18.6
Not analysed yet
φαοὶ δὲ καὶ οὓς ἡ φύσις συνἐ- ζευξε διαξεῦξαι τοὺς ὠμοτάτους, καὶ ἀδελφοὺς ὄντας ἀπ’ ἀλλήλων χωρίσαι. Εὐλόγιον δὲ τὸν τῶν ἄλλων ἡγούμενον καὶ Πρωτογένην τὸν μετ’ ἐκεῖνον εἰς Ἀντινὼ τὴν Θηβαίων ἐξέπεμψεν. Ἐγὼ δὲ οὐδὲ τὴν τούτων ἀρετὴν παραδώσω τῇ λήθῃ. ἐπειδὴ γὰρ ὁμογνώμονα τὸν τῆς πόλεως εὑρόντες ἐπίσκοπον τῶν ἐκκλησιαστικῶν ἐκοινώνουν συλλόγων, μάλα δὲ ὀλίγους εἶδον συναθροιςομένους, κοὶ πυθόμενοι ἔγνωσαν Ἕλληνας εἶναι τοὺς τὴν πόλιν οἱκοῦντας, ἤλγησαν μὲν ὡς εἰκὸς καὶ τὴν ἀπιστίαν ἐθρήνησαν· οὐ μὴν ἀποχρῆναι ἐνόμισαν τὸ θρηνεῖν, ἀλλ’ εἰς δύναμιν τῆς τούτων ἰατρείας ἐπεμελήθησαν. ὁ μὲν γὰρ θεῖος Εὀλόrιος, ἐν οἰκίσκῳ καθειργμένος.