Ancient Greek
4.19.1 to 4.19.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.19.1-2
Not analysed yet
Ὁ δὲ βάλῃς, πᾶσαν ὡς ἔπος εἰπεῖν ἐκκλησίαν τοῦ ποιμένος γυμνώσας, εἰς τὴ· ν Καισάρειαν ὥρμησεν ἧς οἰκήτορες Καππαδόκαι ἡγεῖτο δὲ ταύτης τηνικαῦτα Βασίλειος, ὁ τῆς οἰκουμένης φωστήρ. προὔπεμψε δὲ τὸν ὕπαρχον, ἐντειλάμενος ἢ πεῖσαι τὸν Βασίλειον τὴν πρὸς Εὐδόξιον ἀσπάσασθαι κοινωνίαν ἢ μὴ πειθόμενον ἐξελάσαι. τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν, ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος καὶ ταύτην ἀποκρουσάμενος ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπος γένηται. ἀλλ’ ἀράχνης ἱστῷ τὸ μηχάνημα παραπλήσιον ὤφθη.