Ancient Greek
Book 4, Chapter 21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.21.7
Not analysed yet
τοὺς ἐκείνου οὑν θιασώτας αὐτὸς γὰρ μετὰ τῶν με- γίστων τε καὶ καλλίστων φορτίων εἰς τοὺς ἀπηνέμους λιμένας καθώρμιστο) ὁ δύστηνος ἐξήλασεν καὶ τρισάθλιος. τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἰς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀνθρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον.