# Historia ecclesiastica 4.21.8-14

Theodoretus, Historia ecclesiastica, 4.21.8 to 4.21.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/4.21.8

τοῦ δὲ πορθμείου τῇ γῇ τῆς νήσου πελάσαντος, ὁ δαίμων ὁ παρ’ ἐκείνοις τιμώμενος τὸ ἱδρυμένον καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκη- τήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, ᾗ τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν· ὀργάνῳ δὲ τῇ γλώττῃ χρησάμενος τῆς κόρης, ἐβόα δι’ αὐτῆς ἅπερ ἐν Φιλίπποις ἡ τὸ πνεῦμα τοῦ Πύθωνος ἔχουσα. ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος· ὢ τῆς ὑμετέρας δυναστείας, ὢ θεράποντες τοῦ Χριστοῦ, πανταχόθεν παρ’ ὑμῶν ἐληλάμέθᾳ ἀπὸ πόλεων καὶ κωμῶν ἀπὸ ὀρέων καὶ βουνῶν, ἀπὸ τῆς οἱκητόρων ἐστερημένης ἐρήμου. ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν, καὶ τῆς ἐλπίδος ἐψεύσθημεν· ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ’ ἵνα ἡμᾶς δι’ ὑμῶν ἐξελάσωσιν. ἀφιστάμεθα καὶ τῆς νησῖδος· ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτῖσι βαλλόμεθα«. ταῦτα λέγοντες καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο. ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο- νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν· οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν. καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος. τούτων ἐν τῶ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός· οὕτω δείοας ὁ Λούκιος τὸν τῆς πόλεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια. Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν· σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα. ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσω, κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
