Ancient Greek · ~3 min
Book 4, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.18
Not analysed yet
εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρειο- μανίτας ὁ υἱός, οὐχ ὑπάρχων πατρί εἰς τὸ εἶναι συστήσεται καὶ ὁ πατήρ, οὐχ ὑφεστῶτος τοῦ υἱοῦ οὐκ ὤν ποτε κατ’ αὐτοὺς πατήρ. εἰ δὲ ἀεὶ πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ἀληθινοῦ καὶ οὐ κατὰ ἀπόρροιαν γεννήματος ἀπαθὴς γὰρ ὁ θεός), πῶς οὐκ ἄφρων καὶ μανιώδης ὁ ὄιν ὅτε οὐκ ἠν« φρονῶν τὸν υἱόν, δι’ οὑ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασι, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἦς ὁ νεώτερος οὗτος νῦν προίσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰΠεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ’ ἐκ τῆς αὐτοῦ οὐσίας· ὃ καλῶς μετ’ εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὠμολόγησαν. «