Ancient Greek
4.22.2 to 4.22.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.2-3
Not analysed yet
ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ >πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ’ αἰοχρότητος φωνάς κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται· αἰοχρὸν γάρ ἐστι καὶ λέγειν. καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς >ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γεμέσιαι τῆς αἰσχρολογίας αὐτῷ,. Ἀλλ’ εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον καὶ μὴ πράξει τὴν τῶν λόγων ἐνίκων ἀσέλγειαν· εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἳα δή ποτ’ οὖν τυγχάνῃ, παρ’ οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα.