Ancient Greek · ~2 min
Book 4, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.23
Not analysed yet
παραυτὰ σκάφους ἐπιβῆναι προστάξας αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος (πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάχρισιν κατ’ αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύ- μενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὐ, άποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν ἧι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι’ αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν οὕτως εἴπω, δι’ ὑποδοχῆς τῶν άνδρπῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι· ἐνέφαινε γὰρ καὶ τοῖς ἀγνοοῦσι καὶ τοῦ κρίναντος τὴν βάρβαρον προαίρεσιν.